Ο Ιερεύς: Ευλογητός ο Θεός ημών πάντοτε, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.
Ο Αναγνώστης: Αμήν.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εισάκουσον τής προσευχής μου, ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου, εισάκουσόν μου εν τή δικαιοσύνη σού καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών. ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου, εταπείνωσεν εις γήν τήν ζωήν μου, εκάθισε μέ εν σκοτεινοίς ως νεκρούς αιώνος καί ηκηδίασεν έπ εμέ τό πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοίς έργοις σου, εν ποιήμασι τών χειρών σου εμελέτων. Διεπέτασα πρός σέ τάς χείράς μου, η ψυχή μου ως γή άνυδρος σοί.

Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε τό πνεύμά μου μή αποστρέψης τό πρόσωπόν σου άπ εμού, καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον. ακουστόν ποίησον μοί τό πρωί τό έλεός σου, ότι επί σοί ήλπισα γνώρισον μοί, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μού εξελού μέ εκ τών εχθρών μου, Κύριε, ότι πρός σέ κατέφυγον. δίδαξον μέ τού ποιείν τό θέλημά σου, ότι σύ ει ο Θεός μού τό πνεύμά σου τό αγαθόν οδηγήσει μέ εν γή ευθεία. Ένεκεν τού ονόματός σου, Κύριε, ζήσεις μέ, εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου καί εν τώ ελέει σου εξολοθρεύσεις τούς εχθρούς μου καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ότι εγώ δούλός σου ειμι.

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος ά΄. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος β΄. Πάντα τά έθνη εκύκλωσαν μέ, καί τώ ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου εγένετο αύτη, καί έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τά παρόντα Τροπάρια.
Ήχος δ΄. Ο υψωθείς εν τώ Σταυρώ.
Τού Ιεράρχου τώ πανσέπτω λειψάνω, οι εν κινδύνοις συνεχόμενοι πλείστοις προσπέσωμεν κραυγάζοντες εκ βάθους ψυχής, ΄γιέ Νεκτάριε, ως πιστών αντιλήπτωρ, προφθασον καί λύτρωσαι τής παρούσης ανάγκης τούς προσιόντας, Πάτερ, εκ ψυχής τή ιερά προστασία τής σκέπης σου.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Όμοιον
Ως ειληφώς παρά Θεού εξουσίαν, τού θεραπεύειν τάς δεινάς καχεξίας τών προσιόντων, Πάτερ, τοίς λειψάνοις σου, ίασαι δεόμεθα, τούς δεινώς θλιβομένους, νόσοις καί παθήμασι, καί πικραίς αλγηδόσι, καί εν ειρήνη φύλαττε ημάς, ταίς σαίς πρεσβείαις Νεκτάριε Όσιε.

Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Θεοτοκίον.
Ου σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλείν οι αναξιοι ει μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν έως νύν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σού σούς γάρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ψαλμός ν΄ (50)
Ελέησον μέ, ο Θεός, κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημα μουεπί πλείον πλύνον μέ από τής ανομίας μου καί από τής αμαρτίας μού καθάρισον μέ. Ότι τήν ανομίαν μου εγώ γινώσκω, καί η αμαρτία μου ενώπιόν μου εστι διαπαντός. Σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα, όπως άν δικαιωθής εν τοίς λόγοις σου, καί νικήσης εν τώ κρίνεσθαι σέ. Ιδού γάρ εν ανομίαις συνελήφθην, καί εν αμαρτίαις εκίσσησε μέ η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας, τά άδηλα καί τά κρύφια της σοφίας σου εδήλωσας μοί. Ραντιείς μέ υσσώπω, καί καθαρισθήσομαι, πλυνείς μέ, καί υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοί αγαλλίασιν καί ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Αποστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου.

Μή απορρίψης μέ από τού προσώπου σου καί τό πνεύμά σου τό άγιον μή αντανέλης άπ εμού. Απόδος μοί τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήριξον μέ. Διδάξω ανόμους τάς οδούς σου, καί ασεβείς επί σέ επιστρέψουσι. Ρύσαι μέ εξ αιμάτων ο Θεός, ο Θεός τής σωτηρίας μουαγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ανοίξεις, καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα ανολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τή ευδοκία σου τήν Σιών, καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριον σού μόσχους.

Είτα ψάλλομεν τάς Ωδάς τού Κανόνος.
Ωδή ά΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.
Πληγέντα τά σώμα καί τήν ψυχήν, παθών ταίς βολίσι, τή πρεσβεία τών σών ευχών, Νεκτάριε Πάτερ ίασαι μέ, σοί γάρ προσήλθον ο τάλας δεόμενος.
Ο νούς μου πεπώρωται αληθώς, καί τού σώματός μου εξησθένησεν η ισχύς, άλλ΄ ήδη σύ Πάτερ τήν υγείαν, εν αμφοτέροις παρασχου καί σώσον μέ.
Νοσούντων ταχύτατος ιατρός καί τών θλιβομένων αντιλήπτωρ καί αρωγός, οφθείς, Ιεράρχα, θεία νεύσει, τά τής ψυχής μου θεράπευσον τραύματα.

Θεοτοκίον
Ωραίος προήλθε κάθ΄ ο Θεός, μορφή εν βροτεία εκ γαστρός σου παρθενικής, ο Λόγος λυτρούμενος τόν κόσμον, εξ αλογίας παθών, Παναμώμητε.

Ωδή γ΄. Ουρανίας αψίδος
Νεκρωθείς τή κακία οδυνηρώς έρριμμαι, τής αναισθησίας τώ τάφω-οίμοι!-τί γένωμαι; αλλά θαρρήσας σοί, ουκ απογνώσομαι, Πάτερ, όθεν μή παρίδης μέ εξαπολύμενον.
Οδυνώμενον σφόδρα τών αναγκών καύσωνι, καί τών, αλγεινών ταίς εφόδοις περιστατούμενον, σύ μέ κυβέρνησον, πρός σωτηρίας λιμένα, καί τών πόνων κούφισον, Πάτερ τό άλγος μου.
Χειμαζόμενον σάλω, αμαρτιών, Όσιε, τών σών πρεσβειών τώ ιστίω, πρός τόν ακύμαντον όρμον μέ ίθυνον τής αληθούς μετανοίας, ίνα μακαρίζω σέ, Πάτερ Νεκτάριε.

Θεοτοκίον
Λεπρωθείς συμβουλία τού δυσμενούς, ΄χραντε, έσβεσα ψυχής μου τό κάλλος καί παρεχάραξα, τήν ωραιότητα τής αρχικής ευπρεπείας καί νύν μετανοούντα μέ, αύθις ωράισον.
Διασωσον από κινδύνων τούς ικέτας σου, Ιεράρχα, ότι πάντες τή σή πρεσβεία προστρέχομεν, καί ρύσαι παντοίων ημάς θλίψεων.
Επιβλεψον εν ευμενεία Πανύμνητε Θεοτόκε επί τήν εμήν χαλεπήν του σώματος κάκωσιν καί ίασαι τής ψυχής μου τό άλγος.

Αίτησις υπό τού ιερέως, καί τό κάθισμα.
Ήχος β΄. Πρεσβεία θερμή
Πηγή δαψιλής θαυμάτων αναδέδεικται, η θεία σορός, Νεκτάριε τού σκήνους σου, ψυχάς αποκαθαίρουσα καί δαιμόνων τήν λώβην διώκουσα, καί εμπιμπλώσα χαράς πνευματικής,
τούς προσιόντας, Πάτερ, εκ πίστεως.

Ωδή δ΄. Εισακήκοα, Κύριε
Η σορός τών λειψάνων σου, τών σωμάτων παύει τά αρρωστήματα, τών ψυχών λύει τά κύματα, ενεργεία, Πάτερ, θείου Πνεύματος.
Ρώσιν θείαν πρυτάνευσον τοίς εν ασθενείαις ποικίλαις στένουσι, καί δαιμόνων τήν ενόχλησιν, Πάτερ, αποδίωξον εκ τών παίδων σου.
Ώσπερ ρείθρα θεοβρυτα, τά τών ιαμάτων βλύσον χαρίσματα, καί παθών σβέσον τούς άνθρακας, καί τόν τής ψυχής μου ξήρανον βόρβορον.

Θεοτοκίον
Νομοθέτην καί Κύριον, υπέρ νόμον, Κόρη, φύσεως τέξασα, ανομίας μου τήν κλύδωνα, πράυνον τή αύρα νόμω τού πνεύματος.

Ωδή ε΄ . Φώτισον ημάς
Ήρεμον ζωήν καί ατάραχον, Νεκτάριε, καί σκανδάλων υπερτέραν κοσμικών, τοίς τιμώσι σέ παρασχου Παναοίδιμε.
Μάστιγι τών σών παρακλήσεων, Νεκτάριε, αποδίωξον δαιμόνων τήν πληθύν, τήν μαστίζουσαν αθλίως τήν καρδίαν μου.
Άγρυπνος φρουρός, καί προστάτης καί υπέρμαχος, καί αντιλήπτωρ, Νεκτάριε, γενού, τοίς προστρέχουσι τή θήκη τών λειψάνων σου.

Θεοτοκίον
Σκεύος εκλεκτόν, Θείου Πνεύματος μέ έργασαι, τόν υπάρξαντα δοχείον πονηρόν, ως σκηνή τού Θεού Λόγου Παναμώμητε.

Ωδή στ΄. Τήν δέησιν εκχεώ
Λιμένα πνευματικόν, εποπτεύων, καί απαύστως προστατεύων μή παύση, τής ιεράς σου Μονής Θεοφόρε, τής κεκτημένης ως μέγα θησαύρισμα, Νεκτάριε θαυματουργέ, τήν σορόν τών αγίων λειψάνων σου.
Υπέκυψα τή φθορά ο άθλιος, ως ηψάμην τού καρπού τής απάτης, ένθεν Χριστόν μακρυνθείς, τάς ευθύνας τής αγνωσίας μου ήδη εισπράττομαι αλλά σύ, Πάτερ, συμπαθώς, ως ποιμήν αληθής μέ ανακτησαι.
Τήν άυλον, λειτουργίαν ΄γιέ, αναφέρων εν υψίστοις τώ Λόγω, τούς εμπλακέντας διχτύοις τής ύλης, καί εμπεσόντας κακίας εις βάραθρα, ανύψωσον πρός αρετών, τάς αρίστας υψώσεις, Νεκτάριε.

Θεοτοκίον
Ρυόμενος τούς ανθρώπους, ΄χραντε, ο Δεσπότης τής αρχαίας κατάρας, εκ τής γαστρός σου ως βρέφος προήλθεν, ο Ποιητής τών αιώνων καί Κύριος, καί εθεούργησεν ημών, τήν ουσίαν, ως μόνος φιλάνθρωπος.
Διασωσον, από κινδύνων τούς ικέτας σου, Ιεράρχα, ότι πάντες τή σή πρεσβεία προστρέχομεν, καί ρύσαι παντοίων ημάς θλίψεων.
Άχραντε, η διά λόγου τόν Λόγον ανερμηνεύτως έπ΄ εσχάτων, τών ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις παρά τού Ιερέως καί τό εγκώμιον τού Αγίου.
Ήχος γ΄. Μέγαν εύρατο
Νέκταρ εύοσμον τά ρήματά Σου, θείον άρωμα τά φθέγματά Σου τοίς πιστοίς πιστώς παρέχουσι, Νεκτάριε όθεν , καί ο Κύριος ου τόν δρόμον τετέλεκας καί τήν πίστιν άμωμον εν τώ βίω τετήρηκας, τής αϊδίου δόξης τόν στέφανον σοί δεδώρηται. Χαίροις δέ Συλήβρια, σύν αυτή καί Πεντάπολις, μοναζουσών δέ η πληθύς η εν Αιγίνη κραυγάζουσα, χαίρε τό στήριγμα ημών, παμμάκαρ, Πάτερ, Νεκτάριε.

Ήχος β΄. Προστασία τών χριστιανών
Πεπτωκότων επανόρθωσις γέγονας, καί τών κλονουμένων, Νεκτάριε στήριγμα, εν υστέροις τοίς καιροίς παρά Κυρίου δοξασθείς αλλά καί νύν τών κάθ΄ ημών φρυαττομένων, τήν ορμήν ταπεινώσας κατάβαλε, άφεσιν τών πταισμάτων, λύτρωσιν τών σφαλμάτων ,καί φωτισμόν παρά Θεού, τοίς τιμώσι σέ δωρούμενος.

Καί ευθύς τό προκείμενον.
Οι ιερείς σου, Κύριε, ενδύσονται δικαιοσύνην καί οι όσιοί σου αγαλλιάσονται.
Στίχ. Τί ανταποδώσωμεν τώ Κυρίω;

Ευαγγέλιον εκ τού κατά Ιωάννην.
Είπεν ο Κύριος. Εγώ ειμί η θύρα δί΄ εμού, εάν τίς εισέλθη, σωθήσεται καί εισελεύσεται καί εξελεύσεται, καί νομήν ευρήσει. Ο κλέπτης ουκ έρχεται ει μή ίνα κλέψη καί θύση καί απολέση εγώ ήλθον ίνα ζωήν έχωσι καί περισσόν έχωσιν. Εγώ ειμί ο Ποιμήν ο καλός ο Ποιμήν ο καλός τήν ψυχήν αυτού τίθησιν υπέρ τών προβάτων ο μισθωτός δέ καί ουκ ών ποιμήν, ου ουκ εισί τά πρόβατα ίδια, θεωρεί τόν λύκον ερχόμενον καί αφίησι τά πρόβατα, καί φεύγει καί ο λύκος αρπάζει αυτά, καί σκορπίζει τά πρόβατα. O δέ μισθωτός φεύγει ότι μισθωτός εστι, καί ου μέλει αυτώ περί τών προβάτων.

Εγώ ειμί ο ποιμήν ο καλός καί γινώσκω τά εμά, καί γινώσκομαι υπό τών εμών. Καθώς γινώσκει μέ ο Πατήρ καγώ γινώσκω τόν Πατέρα καί τήν ψυχήν μου τίθημι υπέρ τών προβάτων. Καί άλλα πρόβατα έχω, ά ουκ εστίν εκ τής αυλής ταύτης κακείνα μέ δεί αγαγείν, καί τής φωνής μου ακούσουσι καί γενήσεται μία ποίμνη εις ποιμήν.

Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Ταίς τού Ιεράρχου πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Ταίς τής Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχος: Ελεήμον, ελέησον μέ ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Ήχος πλ. Β΄.
Όλως εκ νεότητος τήν αφθαρσίαν ποθήσας, νυκτός καί ημέρας τέ, νόμους τούς τής χάριτος εμελέτησας, ένθεν δή ήνεγκας, ως ξύλον ευώδες, τούς καρπούς τού Θείου Πνεύματος, δί΄ ών εκάστοτε τρέφεις τών πιστών τήν διάνοιαν, καί θάλπεις τά φρονήματα, τών ειλικρινώς προσιόντων σοί, καί διασκεδάζεις, Νεκτάριε, τού ψεύδους τήν αχλύν, ως καθαρώτατον σκήνωμα, τής Τριάδος Όσιε.

Ο Ιερεύς:
Σώσον ο Θεός τόν λαόν σου καί ευλόγησον τήν κληρονομίαν σού επισκεψαι τόν κόσμον σου εν ελέει καί οικτιρμοίς. Υψωσον κέρας Χριστιανών ορθοδόξων καί καταπεμψον εφ ημάς τά ελέη σου τά πλούσια πρεσβείαις τής παναχράντου Δεσποίνης ημών Θεοτόκου καί Αειπαρθένου Μαρίας δυνάμει τού Τιμίου καί Ζωοποιού Σταυρού προστασίαις τών τιμίων επουρανίων Δυνάμεων Ασωμάτων ικεσίαις τού Τιμίου καί Ενδόξου Προφήτου, Προδρόμου καί Βαπτιστού Ιωάννου τών αγίων ενδόξων καί πανευφήμων Αποστόλων ών εν Αγίοις Πατέρων ημών, μεγάλων ιεραρχών καί οικουμενικών διδασκάλων Βασιλείου τού Μεγάλου, Γρηγορίου τού Θεολόγου καί Ιωάννου τού Χρυσοστόμου, Αθανασίου καί Κυρίλλου, Ιωάννου τού Ελεήμμονος, πατριαρχών Αλεξανδρείας.

Νικολάου τού εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος, τών Θαυματουργών τών αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου τού Τροπαιοφόρου, Δημητρίου τού Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τών ιερομαρτύρων Χαραλάμπους καί Ελευθερίου, τών αγίων ενδόξων καί καλλινίκων Μαρτύρων. Τών οσίων καί θεοφόρων Πατέρων ημών. Τών αγίων καί δικαίων θεοπατόρων Ιωακείμ καί Άννης. Τού αγίου Νεκταρίου Μητροπολίτη Πενταπόλεως, καί πάντων σου τών Αγίων. Ικετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Επάκουσον ημών τών αμαρτωλών δεομένων σου καί ελέησον ημάς.

Ωδή ζ΄. Οι εκ τής Ιουδαίας
Ωρυόμενος κύκλω, τής ψυχής μου ως λέων εχθρός o δόλιος, πειράται κάθ΄ εκάστην, καταβρώμα ποιήσαι, τόν ικέτην σου, Όσιε, σύ ούν τάς μύλας αυτού συντριψον ουρανόθεν.
Σωμάτων ευρωστίαν, καί ψυχών ευεξίαν Πάτερ Νεκτάριε, καί λύσιν αθυμίας, καί πάσης εριθείας τοίς βοώσι πρυτάνευσον, ο τών πατέρων ημών Θεός ευλογητός ει.
Αλγηδόνων ποικίλων, πειρασμών ψυχοφθόρων καί περιστάσεων, καί φθόνου καί κακίας, καί πάσης βασκανίας ανωτέρους διάσωζέ τους σέ τιμώντας πιστώς, Νεκτάριε παμμάκαρ.

Θεοτοκίον
Ιλαστήριον θείον, ανεδείχθης τεκούσα τόν λυτρωσάμενον, ημάς τής καταδίκης, ως δόντα εκουσίως εαυτόν τώ Γεννήτορι, λύτρον υπέρ τών πολλών, Παρθένε Θεοτόκε.

Ωδή η΄. Τόν Βασιλέα
Πληγών τά έλκη, καί ανιάτους οδύνας, καί πάρεσιν μελών τέ καί τών άρθρων, ίασαι, Παμμάκαρ, τή θεία χειρουργία.
Αθανασίας, περιφανή σέ λειμώνα, επιστάμενοι Νεκτάριε, αιτούμεν, τής οσμής ρυσθήναι θανάτου αιωνίου.
Τά τών δαιμόνων σμήνη, τήν θείαν σου κλήσιν, Πάτερ, φρίττουσιν ως πύρ αναλίσκον όθεν εξ ανθρώπων διώκονται ταχέως.

Θεοτοκίον
Έκ σού ετέχθη ο γεννηθείς πρό αιώνων, κάθ΄ ά γέγραπται, εκ τού Πατρός αρρεύστως, σώζων, Θεοτόκε, τούς σέ υπερυψούντας.

Ωδή θ΄. Κυρίως Θεοτόκον
Ρανίσιν Ιεράρχα, τών θείων σου χαρίτων, τήν χερσωθείσαν καρδίαν μου άρδευσον, ίνα Χριστώ εκβλαστήση καρπόν ευπρόσδεκτον.
Γαλήνην καί ειρήνην, καί πατρικήν εξ ύψους, ως συμπαθή ευλογίαν, Νεκτάριε, τή Θεολέκτω Μονή σου παρασχου, Όσιε.
Μακρύνας τήν ψυχήν μου, παθών τής τυραννίδος, τοίς τού Χριστού δικαιώμασι δούλωσον, τάς τού νοός μου δυνάμεις, Πάτερ Νεκτάριε.

Θεοτοκίον
Μήτρανδρε Παρθένε μετά τού Νεκταρίου, τόν σόν Υιόν καί Θεόν καθικέτευε, υπέρ τών πίστει τιμώντων τά μεγαλεία σου.

Άξιον εστίν ως αληθώς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον καί μητέρα τού Θεού ημών. Τήν τιμιωτέραν τών Χερουβίμ καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφίμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν τήν όντως Θεοτόκον σέ μεγαλύνομεν.
Χαίροις Ορθοδόξων η καλλονή, χαίροις διωχθέντων, καταφύγιον ισχυρόν, χαίροις τών εν θλίψει, καί τών εν εξορία, Προκόπιε Θεοφρον, τό παραμύθιον.

Καί τά Μεγαλυνάρια
Ίλεως γενού μοί τώ ταπεινώ, ότι πλήν σου άλλην ου γινώσχω καταφυγήν ο εν αμαρτίαις παντοίαις πεπλησμένος, ελέησον μέ μόνη χριστιανών η Ελπίς.
Πάτερ Παντοκράτωρ Δημιουργέ, ΄ρχών τής ειρήνης καί φρονήσεως χορηγέ, ικετεύομεν σέ, καταπαυσον πολέμους καί δώρησαι ειρήνην, μόνε φιλάνθρωπε.
Λύσον τού λαού σου τάς συμφοράς, πράϋνον τά έθνη καί συμμάχησον βασιλεί δώρησαι τώ κόσμω ομόνοιαν, ειρήνην καί ρύσαι τούς σούς δούλους πάσης κολάσεως.
Τόν τής ευσεβείας νέον πυρσόν καί τής Εκκλησίας τόν ακοίμητον οφθαλμόν, τόν εκ Σηλυβρίας αστράψαντα αρτίως Νεκτάριον τόν θείον ύμνοις τιμήσωμεν.
Χαίροις ο νεορρυτος ποταμός, ο τήν εκκλησίαν ταίς αύλοις επιρροαίς άρδων καί ευφραίνων, καί τήν τής δυσσεβείας πλήμμυραν κατακλύζων, Πάτερ Νεκτάριε.
Λάμψας εν τώ ύψει τών αρετών, ώσπερ θείος λύχνος απαστράπτεις διά παντός εν τή οικουμένη, Νεκτάριε παμμάκαρ, τών θείων σου θαυμάτων τά σελαγίσματα.

Εκ παιδός ποθήσας τήν αρετήν, έφθασας εις μέτρον ηλικίας τής τού Χριστού καί Αρχιερέων αρχέτυπον εδείχθης, χρισθείς, Πάτερ, ελαίω αγαλλιάσεως.
Εκ παιδός ποθήσας τήν αρετήν, έφθασας εις μέτρον ηλικίας τής τού Χριστού καί Αρχιερέων αρχέτυπον εδείχθης, χρισθείς, Πάτερ, ελαίω αγαλλιάσεως.
Χαίροις τεθλιμμένων ο αρωγός καί τών δαιμονιώντων ο ταχύτατος ιατρός, χαίροις ο θεράπων ο νέος της Τριάδος, Νεκτάριε Θεοφρων, Πιστών ο Θέμελος.
Τού Ευαγγελίου ταίς καλλοναίς εκλελαμπρυσμένος ως ωράθης δί΄ αρετών, τής Ορθοδοξίας τά δόγματα σφραγίζεις, καί βεβαιοίς τόν λόγον, Πάτερ, τής πίστεως.
Χαίροις τής Αιγίνης ο θησαυρός καί τών Ορθοδόξων αντιλήπτωρ καί οδηγός, χαίροις τής Ελλάδος αγλάϊσμα τό νέον, Νεκτάριε, παμμάκαρ, σκέπε τήν νήσον σου.
Θείαις αγλαίαις προσομιλών δόξης ουρανίου, Ιεράρχα, θεαρχικώς ρύσαι τήν ψυχήν μου παθών τών ψυχοφθόρων καί φώτισον φωτί μέ τής θείας χάριτος.

Πάσαι τών Αγγέλων αί στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι πάντες μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν εις τό σωθήναι ημάς.

Τό Τρισάγιον
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος ελέησον ημάς. (τρείς φορές)
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Παναγία τριάς, ελέησον ημάς. Κύριε ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρισον τάς ανομίας ημίν. Άγιε, επισκεψε καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματός σου.
Κύριε ελέησον, Κύριε ελέησον, Κύριε ελέησον.
Δόξα Πατρί καί Υιώ καί Αγίω Πνεύματι.
Καί νύν καί αεί καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Πάτερ ημών, ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά Σου, ελθέτω η βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ως εν ουρανό καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς εις πειρασμόν αλλά ρύσαι ημάς από τού πονηρού.

Απολυτίκιο Αγίου Ήχος ά΄. Τής Ερήμου Πολίτης
Σηλυβρίας τόν γόνον καί Εώας τό καύχημα, τής Ορθοδοξίας τόν Στύλον καί Αιγίνης τό έρεισμα, Νεκτάριον υμνήσωμεν πιστοί, ως νέκταρ γάρ ανέβλυσεν ημίν, εκ πηγών τού Σωτηρίου αρτιφανώς αρδεύον τούς κραυγάζοντας. Δόξα τώ σέ δοξάσαντι Χριστώ, δόξα τώ σέ θαυμαστώσαντι δόξα τώ εν εσχάτοις τοίς καιροίς λαμπρώς Σέ αγιάσαντι.

Καί τά συνήθη τροπάρια. Είτα αίτησις εκτενής υπό τού ιερέως καί απόλυσις. Μέθ΄ ήν ψάλλομεν τά εξής :
Ήχος β΄. Ότε εκ τού ξύλου.

Πάντων προστατεύεις αγαθή, τών καταφευγόντων εν πίστει τή κραταιά σου χειρί άλλην γάρ ουκ έχομεν αμαρτωλοί πρός Θεόν, εν κινδύνοις καί θλίψεσιν αεί μεσιτείαν οι κατακαμπτόμενοι υπό πταισμάτων πολλών, Μήτερ τού Θεού τού Υψίστου. Όθεν σοί προσπίπτομεν ρύσαι, πάσης περιστάσεως τούς δούλους σου.

Όμοιον
Πάσιν αντιλήπτωρ καί φρουρός, καί παραμυθία καί σκέπη γενού, Νεκτάριε, τοίς προσερχομένοις σοί, Πάτερ εκ πίστεως, καί τό θείον σου λείψανον κατασπαζομένοις, ο Θεός εδόξασεν, εν θείοις χάρισι, λύων πειρασμών καταιγίδα, καί τήν τών δαιμόνων μανίαν, φλέγων τώ πυρί, τής μεσιτείας σου.

Όμοιον
Χρίσμα περικείμενος σεπτόν, πρός τό καταπέτασμα, Πάτερ, τό επουράνιον χαίρων προσεχώρησας, ως ιερώτατος, ταίς αχτίσι τού βίου σου, καθωραϊσμένος καί λαμπρώς θεούμενος τώ Θείω Πνεύματι όθεν εκ νυκτός αγνωσίας πρός τόν τής φωτίσεως όρθρον, καί ημάς οδήγησον, Νεκτάριε.

Ήχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τών δούλων σου, καί λύτρωσαι ημάς, από πάσης ανάγκης καί θλίψεως.

Ήχος β΄.
Τήν πάσαν ελπίδα μου, εις σέ ανατίθημι, Μήτερ τού Θεού, φύλαξον μέ υπό τήν σκέπην σου.

Ο Ιερεύς: Δί ευχών τών αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον καί σώσον ημάς. Αμήν.